ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΜΑΚΡΥΜΑΛΛΗ ΨΑΧΝΩΝ ΕΥΒΟΙΑΣ


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΜΑΚΡΥΜΑΛΛΗ ΨΑΧΝΩΝ ΕΥΒΟΙΑΣ

Ποίημα Πηνελόπης Ἀθ. Νικολάου Φιλολόγου

Κεντρικὴ διαθεση: Ι. Μονὴ «Κοιμήσεως τῆς Θεοτόκου» Μακρυμάλλης 344 00 Ψαχνὰ Εὐβοίας Τηλ. 2228022γ90. Α΄ Ἔκδοση Ἀπρίλιος 2002


Ἡ Ἱ. Μονὴ ποῦ φέρει τὸ ὄνομα «Παναγία Μακρυμάλλη», βρίσκεται σὲ δασώδη περιοχή. Πεντακόσια μέτρα πρὶν φθάσουμε στὴν Μονὴ καὶ δεξιὰ καθὼς βαδίζουμε πρὸς αὐτήν, στὴν κορυφὴ ἀπότομου λόφου, ἀντικρίζουμε ἕνα μαρμάρινο Σταυρὸ νὰ δεσπόζει στὴν γύρω περιοχή. Ὁ Σταυρὸς αὐτὸς εἶναι τοποθετημένος στὴν θέση τῆς εὑρέσεως τῆς Ἱερᾶς εἰκόνος τῆς Παναγίας.


Πρὸ πολλῶν ἑκατοντάδων ἐτῶν, κοντὰ στὸ σημεῖο αὐτό, εἶχαν τὶς καλύβες τους δύο ἀδελφοὶ βοσκοί, οἱ ὁποῖοι ἔβλεπαν κάθε βράδυ ἕνα φῶς πάνω στὸ βράχο ποῦ σήμερα εἶναι στημένος ὁ Σταυρός. Ὅταν ἀποφάσισαν καὶ πλησίασαν ἐκεῖνο τὸ φῶς, μὲ πολλὴ χαρὰ καὶ ἔκπληξη βρήκαν ἀνάμεσα στὰ βράχια τὴν εἰκόνα τῆς Παναγίας τῆς «ἀγκαλοφορούσης».

Ἡ ἀνακάλυψη τῆς εἰκόνος γέμισε μὲ δέος τὶς ἁπλοϊκὲς ψυχὲς τῶν τσοπάνηδων, οἱ ὁποῖοι, μὴ θέλοντας νὰ τὴν ἀποχωριστοῦν, τὴν πῆραν μαζί τους καὶ πῆγαν στὸ χωριό τους, τὴν Βλαχιά (πρὶν ἀπὸ τὸ σημερινὸ Προκόπιο). Τὴν ἄλλη μέρα ὅμως ἡ εἰκόνα εἶχε ἑξαφανιστεῖ. Ὅταν ἦλθαν ξανὰ στὸ σημεῖο ποῦ εἶχε βρεθεῖ, εἶδαν τὸ ἴδιο φαινόμενο πάλι μὲ τὸ φῶς στὴν κορυφὴ τοῦ λόφου. Τρεῖς φορὲς πῆραν τὴν εἰκόνα ἀπὸ ἐκεῖ γιὰ τὴν Βλαχιά, άλλα καὶ Εκείνη τρεις φορὲς επέστρεψε μόνη τῆς στὸ λόφο. Κατάλαβαν, πλέον, ὅτι τὸ θέλημα τῆς Παναγίας ἦταν νὰ μείνει ἐκεῖ. Ἔτσι λοιπόν, κάθε φορὰ ποὺ ἔνιωθαν τὴν ἀνάγκη τῆς προσευχῆς, γονάτιζαν μὲ πολλὴ πίστη καὶ ἀπήνθυναν μὲ ἁπλότητα τὶς ἱκεσίες τους στην Παναγία. Μὲ τὸ πέρασμα τοῦ χρόνου καὶ μὲ τὴν συνεχῆ παρουσία τῆς Εἰκόνος τῆς Θεομήτορος αἰσθάνθηκαν ἔντονη τὴν ἐπιθυμία νὰ ἀφιερωθοῦν στὸν Θεὸ κτίζοντας Μοναστῆρι. Διέθεσαν ὅλη τους τὴν περιουσία καὶ ἔστησαν τὰ πρῶτα κελλιὰ καὶ ἕνα μικρὸ ναΐσκο, στὸν ὁποίο μετέφεραν τὴν Ἁγία Εἰκόνα. Σταδιακὰ τὸ κτήριο τῆς Μονῆς ὁλοκληρώθηκε καὶ οἱ ἀδελφοὶ κτήτορές της εἶχαν τὴν χαρὰ νὰ καροῦν πρῶτοι Μοναχοί. Ἐπειδὴ δὲ οἱ κτήτορες τῆς Μονῆς ἦταν γνωστοὶ στὴν περιοχὴ ὡς «Μακρυμάλληδες», διότι εἶχαν τὴν συνήθεια νὰ τρέφουν μακριὰ κόμη, ὠνομάσθηκε καὶ ἡ Ἱ. Μονὴ «Μονὴ Μακρυμάλλη».





















ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΜΑΚΡΥΜΑΛΛΗ


Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Τὴν σεπτήν Σου Εἰκόνα προσκυνοῦμεν Πανύμνητε, ἥν καὶ θαυμαστῶς κατεδέξω δωρηθῆναι τῇ ποίμνῃ Σου, ἐν μέσῳ ὑπερλάμποντος φωτός, νυκτὶ ᾗ οἱ ποιμένες εὐλαβῶς, ἐν τῇ πέτρᾳ καθεώρων τῆς σεμνοτάτης μορφῆς Σου τὸ ἄῤῥητον. Δόξα τῇ ἐμφανείᾳ Σου Ἁγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε.


Εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Ψαλμοῦ ΡΜΒ´.

Μετὰ τοῦτο τό: Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημενος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου... (τετράκις)

Καὶ τὸ ἑξῆς. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὑπακοῆς καὶ ταπεινώσεως προτύπον, ταμεῖον ἅγιον τοῦ Πνεύματος Ἄχραντε, συντετριμμένων ἄκουσον κραυγὰς τῆς ψυχῆς· Δέσποινα ἐφθάρημεν ἐν τοῖς πάθεσιν ὅλως, τῇ στοργῇ Σου λύτρωσαι καὶ ἱκάνωσον πάντας, ἐπὶ τοῖς ἴχνεσιν Υἱοῦ Σου δραμεῖν, καὶ μιμητάς Σου γενέσθαι ἀξίωσον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Θεοτοκίον

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου...


Ὁ Ν´. Ψαλμός.


ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας

Ἐν φόβῳ καὶ τρόμῳ τολμῶ Ἁγνή, Κυρία Παρθένε Μακρυμάλλης ζῶσα Πηγή, ὑμνῆσαι τὸ κλέος καὶ τὸ τάχος, τῆς κραταιᾶς προστασίας Σου Δέσποινα.

Ἀλγῶ καὶ ταράσσομαι ὡς ὁρῶ, βυθὸν τῆς ψυχῆς μου ἐν σαπρίᾳ ἁμαρτιῶν, δακρύων παράσχου μοι ὦ Μῆτερ, κρουνοὺς πρὸς ῥῶσιν καὶ ἴασιν δέομαι.

Τοῦ Λόγου εὐρύχωρε Σὺ Σκηνή, τῆς κτίσεως πάσης ὡραιότης καὶ ἀπαρχή, ἀγλάϊσμα καὶ δόξα μοναζόντων, ἱλέῳ ὄμματι σῷζε ἱκέτας Σου.

Τὸν πλοῦτον ἐσκόρπισα ἀφειδῶς, τῆς χάριτος Κόρη ὡς ὁ ἄσωτος ὁ υἱός, λιμώττουσα σπεύδω ἐπιστρέφειν, ὡς σεσηπὸς ἀγοραῖον περίτριμμα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἐπλανήθην Παρθένε καὶ τρόμῳ φεῦ! νῦν συνέχομαι· πόθεν μοι βοήθεια ἥξει καὶ ἐπιστρέψει με; ὡς ὀρειάλωτον, εὑροῦσα πρόβατον Κόρη, ποίμνη τοῦ Παντάνακτος Σὺ ἐπανάγαγε.

Θεοτόκε Κυρία βροτῶν Ἀγγέλων καὶ κτίσεως, ἄνοιξον ἀγκάλας στοργής Σου ὡς Μήτηρ πάναγνος· καὶ Θυγατέρων Σου, ἀναπαυσις μόνη ὅτι, πρὸς τὴν Μόνην Σὲ μόναι κατέφυγον.

Ἀλογίας μου πράξεις καὶ λογισμῶν βόρβορον, καὶ ἐπιθυμίας ἀτόπους Σὺ διασκέδασον, πάντα γὰρ δύνασαι, ὡς Μήτηρ οὖσα τοῦ Λόγου, Ὃς ταῖς ἱκεσίαις Σου πᾶσι χαρίζεται.

Φοβερὰ Προστασία γονυπετῶς κράζω Σοι, φρούρει οἶκόν Σου Μακρυμάλλης καὶ διαφυλάττε, ἐξ ἀοράτων ἐχθρῶν, καὶ δυσσεβῶν πολεμούντων, Ὄνομα ὑπέρτατον τοῦ Παντοκράτορος.

Διάσωσον, τὴν ἀπορήσασαν Πνεύματος τοῦ Ἁγίου, καὶ ἐν τάφῳ κατακειμένην ἔργοις ἀνόμοις μου, Θεόνυμφε, Παναγία Παρθένε.

Ἀνάστησον, τὴν νεκρωθεῖσαν ψυχήν μου ἐκ ῥᾳθυμίας, καὶ ζωῆς αἰωνίου σκεῦός με Σὺ ἀνάπλασον, καὶ στήριξον, ἀσταθὲς τῶν βημάτων.


Αἴτησις. Τὸ Κύριε ἐλέησον ιε΄. Εἶτα τὸ Κάθισμα. Ἦχος β ´. Τὰ ἄνω ζητῶν.

Ἱκέτας οἰκτροὺς τοῦ ᾍδου τὸ κατάβρωμα, ἐλπίδι ἐσχάτῃ πρὸς Σὲ χεῖρας τείναντας, μὴ παρίδῃς Ἄχραντε, Θεοτόκε Δέσποινα, ἕλκυσον τῇ Σῇ δυνάμει ἀπὸ τοῦ βυθοῦ παθῶν, πταισμάτων καὶ δεινῶν κακώσεων.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Εὐχαρίστως βοῶμέν σοι· χαῖρε Μητροπάρθενε χαῖρε Παντάνασσα, χαῖρε ῥόδον τὸ ἀμάραντον, χαῖρε τῶν ᾀσμάτων ᾆσμα ἄῤῥητον.

Τὴν εἰκόνα Σου Πάνσεπτε, πόθῳ περιπτύσσομαι καὶ ἀσπάζομαι, καὶ αἰτοῦμαι τὴν συγχώρησιν, τῶν πολλῶν πταισμάτων μου Θεόνυμφε.

Τῆς ψυχῆς μου ἀγλάϊσμα, Μήτηρ καὶ Προστάτις παρθενευόντων Σύ, τὴν Μονήν Σου διαφυλάττε, ἐκ τῶν πολεμούντων τὰ τοῦ Οἴκου Σου.

Ἐξ ἰλύος ἁρπάσασα, τὴν ῥερυπωμένην ψυχήν μου Πάναγνε, χάρισαί μοι καθαρότητα, νοῦ καρδίας βίου ὡς Παντάνασσα.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.

Ψαῦσον ὦ Ἁγνή, τῷ δακτύλῳ Σου τῆς γλώσσης μου, ὅπως ᾄδω καθαρῶς καὶ ἀληθῶς, Σοὶ τὰ θεῖα μεγαλεῖα καὶ τὴν δόξαν Σου.

Ἅρδευσον Πηγή, τῶν ναμάτων Σου τῇ χάριτι, τῶν ψυχῶν ἡμῶν τὴν ἔρημον, ὡς Ζωοδόχος καὶ Μητέρα τῆς ζωῆς ἡμῶν.

Δίδαξον ἡμᾶς, ταπεινώσεως ὁδὸν Σεμνή, ἡ διὰ ταύτης ὑψωθεῖσα Σύ, ἕως χωρῆσαι τὸν ἀχώρητον ἐν μήτρᾳ Σου.

Ἕαρ τὸ γλυκύ, τὸν Υἱόν Σου καὶ Θεὸν ἡμῶν, ταῖς ἱκεσίαις Σου δυσώπησον, ὅπως ῥυσθῶμεν, ἐκ παγίδων τοῦ ἀλάστορος.


ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον.

Ἀφρόνως, ὅλον ἠνάλωσα βίον, ἐν τοῖς πάθεσι καὶ πλείσταις ἁμαρτίαις, ἀλλὰ θαῤῥοῦσα τῇ Σῇ εὐσπλαγχνίᾳ, καθικετεύω ἐν δάκρυσι Δέσποινα, γενοῦ μοι θύρα ἱλασμῶν, πρὸς Σωτῆρα Υἱόν Σου καὶ Κύριον.

Τῷ κράτει, τῶν ἀοράτων ἐχθρῶν μου, ὑποκύψασα ἐν βάθει ἀμελείας, καὶ ῥαθυμίας καὶ ζάλῃ ἀγνοίας, φιλαμαρτήμων ὑπάρχουσα Πάνσεπτε, ἀγκάλαις Σου ταῖς μητρικαῖς, δέξαι ῥῦσαι καὶ σῶσόν με δέομαι.

Κηρύττω Σου, Υἱοῦ καὶ Θεοῦ μου, τὸ φιλεύσπλάγχνον τὴν ἄπειρον ἀγάπην, ἀλλὰ κενὸν ὄντως οὖσα δοχεῖον, ἀπαῤῥησίαστον ἔχουσα δέησιν, θερμῇ πρεσβείᾳ Σου θαῤῥῶ, ὅπως τύχω πταισμάτων ἀφέσεως.

Τῷ πλήθει, ἁμαρτιῶν ὀλεθρίων, ἀπωλέσασα ὑγείαν καὶ δυνάμεις, ἐν συντριβῇ, μετανοίας Παρθένε, ὡς ὁ Δαυΐδ Σοι κραυγάζω ἱλάσθητι, καὶ ἴασόν μου τὴν ψυχήν, καὶ τὴν ῥῶσιν τῷ σώματι δώρησαι.

Διάσωσον, τὴν ἀπορήσασαν Πνεύματος τοῦ Ἁγίου, καὶ ἐν τάφῳ κατακειμένην ἔργοις ἀνόμοις μου, Θεόνυμφε, Παναγία Παρθένε.

Ἀνάστησον, τὴν νεκρωθεῖσαν ψυχήν μου ἐκ ῥᾳθυμίας, καὶ ζωῆς αἰωνίου σκεῦός με Σὺ ἀνάπλασον, καὶ στήριξον, ἀσταθὲς τῶν βημάτων.






Αἴτησις. Τὸ Κύριε ἐλέησον ιβ´. Μετὰ τὴν ἐκφώνησιν τὸ Κοντάκιον. Ἦχος β´.

Μακρυμάλλης ἡ δόξα Κοσμήτωρ καὶ Ἄνασσα, μοναζόντων ἡ παραμυθία καὶ δύναμις, σῶζε σκέπῃ τῇ Σῇ Κυρία, πάντας τοὺς πιστούς, τοὺς Σὲ ἔχοντας καταφυγὴν καὶ ἰαμάτων χορηγόν, καὶ ἀξίωσον Δέσποινα, δάκρυσι μετανοίας, καὶ ἔργοις τῆς εὐποιίας, ἐν παρθενῶνί Σου εὑρεῖν, σωτηρίας τὴν ἀπόλαυσιν.


Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.


Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ Σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἀγίον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα. Ἦχος β´: Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Μὴ βδελύξη Δέσποινα, ῥερυπωμένην μὲ οὖσαν, καὶ οἰκτρὸν κατάλοιπον δόξης Πλαστουργήσαντός με εἰκόνι Του. Ἄθυρμα γέγονα, παίγνιον ἄθλιον, δαιμονίων ἐμπαιξάντων με, ἐξ ἀμελείας μου, καὶ κατακριτέας ἁγνοίας μου. Ἔκτεινον χεῖρα, Ἄχραντε, καὶ δεινοῦ βυθοῦ με ἀνάαγε, ὅπως ἀνανήψω, καὶ ὅπλοις τοῦ φωτὸς ὀχυρωθῶ, καὶ μετὰ Σοῦ συμπορεύσωμαι, ὅπου ὀδηγήσῃς με.

Οὐδείς, προστρέχων ἐπὶ Σοί, κατησχυμένος ἀπὸ Σου ἐκπορεύεται, Ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ᾿ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἁπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζόμενων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἐν τῇ μήτρᾳ Παρθένου εὐδοκήσας εἰργάσω βροτῶν τὴν λύτρωσιν, ὡς ὄντως Θεοῦ Λόγος, γεννηθεὶς πρὸ αἰώνων, τοῦ Πατρὸς τὸ ἀπαύγασμα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Εἰς ἀβύσσους κριμάτων πελαγίζουσα μόνη Μῆτερ ἀπείρανδρε, βοῶ σοι ἐν ὀδύνῃ· ὁλκὰς τῆς σωτηρίας ναυαγήσασαν σῶσόν με, ὅπως δοξάζω Υἱόν, τὸν Σὸν καὶ Κύριόν μου.

Τὸν βλαστόν Σου Παρθένε προσκυνοῦσαι θερμῶς ἱκετεύομεν, τὰς πόθῳ τετρωμμένας γλυκείας Σου ἀγάπης μὴ παρίδῃς ὡς εὐσπλαγχνος· Ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ὑπέρτερα ἀγγέλων καὶ τῆς κτίσεως δῶρον πανυπερτέλειον, ἐδείχθης ὦ Παρθένε, καὶ γεγονας ἀφράστων Μυστηρίων τὸ ὄργανον· Ὁ εὐδοκήσας ἐν σοί, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´. Τὸν Βασιλέα τῶν Οὐρανῶν.

Θεία εἰκών Σου, ὡς θαυμαστῶς δωρηθεῖσα, τοῖς ποιμέσι ἐν φωτὶ τῆς σῆς ἀγάπης, γέγονεν ταμεῖον ἰάσεων παντοίων.

Τῶν ἀοράτων, καὶ ἀκαθάρτων ἐχθρῶν μου, τὰς παγίδας ἀχρηστεύουσα Παρθένε, φρούρησόν με ὅπλοις, τῆς Σῆς εὐεργεσίας.

Νυμφαγωγοῦσα, τῷ Σῷ Υἱῷ συναρμόττεις, τοὺς Αὐτὸν ποθοῦντας καὶ ὑμνοῦντας, ἄπειρον στοργήν Σου, καὶ κράτους Σου τὴν δόξαν.

Οἶδας τραυμάτων, καὶ πικροτάτων παθών μου, τὸ ἐπάναγκες ἰάσεως Κυρία, καταξίωσόν με, θαυμάτων Σου μερίδος.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.

Ἡμάρτηκα Κυρίῳ, καὶ ὅλως κυλινδοῦμαι, ἐν λογισμοῖς ἀκαθάρτοις καὶ πράξεσιν, ἐν ἀπογνώσει κραυγάζω Σοι, Μῆτερ σῶσόν με.

Ἀθλήσεως τὸν τύπον, δίδαξον Παρθένε, μοναζουσῶν ὁδηγός τε καὶ σύμβουλος, ὑπογραμμὸς τῶν θελόντων σωθῆναι Δέσποινα.

Δοξάζω Σου τὸν τόκον, καὶ ὑμνολογῶ σε, τῶν ἀποῤῥήτων ἐράσμιον ὄργανον, τῆς σωτηρίας ἀνθρώπων σκεῦος τὸ τίμιον.

Χειρί Σου τῇ πανάγνῳ, ἔγειρον καὶ ῥῦσαι, ἐκ τοῦ βορβόρου τῶν ἔργων μου Ἄχραντε, ὅπως κηρύττω στοργής Σου βάθος τὸ ἄμετρον.


Ἄξιόν ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Εἶτα τὰ ἑπόμενα μεγαλυνάρια.

Χαίροις μοναζόντων ὑπογραμμός, δύναμις καὶ κλέος Μακρυμάλλης τε γλυκασμός· χαίροις προστασία, ὑμνούντων Θεοτόκε, ἐν τῇ σεπτῇ μονῇ Σου τὰ μεγαλεῖά Σου.

Χαίροις ταπεινώσεως κορυφή, χάριτος ταμεῖον, μυροδόχε θείας βουλῆς, πίστεως ἀδάμας, ὑπακοῆς ὁ τύπος, ὑπομονῆς ἀκρότης ἐλπίδος ἔρεισμα.

Κεχαριτωμένη σὲ προσφωνεῖ, Γαβριὴλ ὁ μέγας, Ταξιάρχης καὶ εὐλογεῖ, τόκον Σου τὸν θεῖον, δι᾿ οὗ πᾶσιν ἀνθρώποις, παράδεισος ἠνοίχθη καὶ χρέος σβέννυται.

Δέομαι δακρύων δός μοι πηγάς, δηγματα δρακόντων θεραπεύσαι ῥοαῖς αὐτῶν, ὅτι παιδιόθεν, πληγὰς ἔχω ἐκ τούτων, ἱλάσθητι σῇ δούλῃ Παρθένε Ἄχραντε.

Κάλλος τῶν παρθένων Μήτηρ Θεοῦ, ἴασιν παράσχου τοῖς νοσοῦσι καὶ πειρασμοῖς, καταπονουμένους, ἐνίσχυσον εὐχαῖς Σου, καὶ πάντας ὑπὸ σκέπην τὴν σὴν συντήρησον.

Φρούρει τὴν Μονήν Σου ὡς στρατηγός, ἀεὶ νικηφόρος καὶ καμνόντων ὡς ἀρωγός· δέξαι τὰς αἰτήσεις, λαοῦ καὶ μοναζόντων, τῶν ἐπικαλουμένων τὴν σὴν βοήθειαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.












Τρισάγιον.


Τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἥν τὸ ἑξῆς: Ἦχος β´. Ὅτε ἐκ τὸν ξύλου.

Σῶσον τοὺς ἐλπίζοντας τῇ σῇ, μητρικῇ πρεσβείᾳ καὶ ῥῦσαι, ἀπὸ ἐχθρῶν δυσμενῶν, σβέσον χαριτόβρυτε, παθῶν τὴν κάμινον, ἡ Πηγὴ τῆς ζωῆς ἡμῶν, τὴν νέκρωσιν οἶδας, τὴν ἀποχωρίζουσαν, ἐκ τοῦ Υἱοῦ Σου ἡμᾶς, σπεῦσον, καὶ ἀνάστησον πάντας, ὅπως δυνηθῶμεν Κυρίου, ἱματίου ἅψασθαι καὶ ζήσωμεν.

Μεῖνον, μεθ᾿ ἡμῶν ἡ Ἀρωγή, καὶ ἡ Βακτηρία αἰτούντων τὴν σὴν βοήθειαν, σκέπασον τῇ σκέπῇ Σου τὴν σὴν Μονὴν καὶ σεμνῶς, καταξίωσον Δέσποινα, δουλεύειν Κυρίῳ, τὰς ἐν Παρθενώνι Σου βίον ἀσκήσεως, ὅλως, ἐκ καρδίας ποθούσας, τύπον σε Ὑπέραγνε ἔχειν, λόγοις τε καὶ ἔργοις τε καὶ πράξεσιν.

Ἦχος πλ. δ΄.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β.

Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.


Ὁ Ἱερεύς: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.


Δίστιχον:

Δέξαι εὐηκόως Κυρία Μακρυμάλλης,

Δούλης Σου ταλαίνης, ὕμνους καὶ ἱκεσίας.

Σχόλια