Έψαλλαν τα εγκώμια της Παναγίας μας στον Ιερό Ναό Κοιμήσεως της Θεοτόκου στα Ψαχνά

 


Την παραμονή του Δεκαπενταύγουστου σε πολλές περιοχές της πατρίδας μας και κυρίως στις νησιωτικές ψάλλονται τα εγκώμια της Παναγίας και γίνετε περιφορά του Επιταφίου της, κατα μίμηση του Επιταφίου θρήνου του Κυρίου. Τα εγκώμια ψάλλονταν αρχικά στα Ιεροσόλυμα στον τάφο της Παναγίας κατι που ισχύει και μέχρι σήμερα. Στον ναό της Κοιμήσεως της Θεοτόκου στα Ψαχνά ειναι παράδοση να ψάλλονται τα εγκώμια παραμονές του εορτασμού  και γίνεται η περιφορά του επιταφίου που με πολυ ευλάβεια στολίζουν οι πιστοί για να τιμήσουν την πολυαγαπημένη μητέρα του Κυρίου μας. Το ίδιο τελέστηκε και εχθές παρουσία πολλών πιστών.  


ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.

Βλέψας οὐρανόθεν, Θεὸς τῶν ὅλων Κτίστης, ἐν τῇ γάστρί σου ᾔκει.

Δυσώπει τὸν Υἱόν σου, οἰκτείραι ἡμᾶς πάντας, ἐν τῇ μελλούσῃ κρίσει.

Ἐν οὐρανῷ ἐστάναι, νομίζομεν Παρθένε, ἑστῶτες τῷ Ναῷ σου. 

Ἡ γῆ πανηγυρίζει, ὁ οὐρανὸς χορεύει, σοῦ ἄνω αἰρομένης. 

Καὶ ὄντως, ὢ Παρθένε, αἱ γενεαὶ πᾶσαι, μακαρίζουσί σε.

Λύτρωσιν παράσχου, Παρθένε Θεοτόκε, τοῖς σὲ ὑμνολογούσι.

Μόνη σύ προστάτις, πενήτων ὀρφανῶν τε, καὶ τῶν χήρων ὑπάρχεις.

Ὁ τάφος σου κηρύττει, Παρθένε τὴν ταφήν σου, καὶ τὴν μετάστασίν σου.

Πάντες οἱ λαοὶ σε, Δέσποιναν Παρθένε, καλοῦσι προσκυνοῦντες.

Ῥητόρων πολυφθόγγων, σοφίαν ἐτροπώσω, τῇ σῇ κυοφορία.

Σκιρτώσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ σῇ κηδεύσει.

Ὕψωσον Παρθένε, τῇ σῇ κυοφορία, τὸ κέρας Ὀρθοδόξων.

Φυλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον σου κυκλοῦσι, σὲ ἀνυμνολογοῦντες. 

Ὢ Μῆτερ καὶ Παρθένε, ἀπάλλαξον γεένης, τοὺς σὲ ὑμνολογούντας.

Ἔρραναν τὸν τάφον, μύροις τὸ σὸν σκῆνος, κηδεύσαντες Παρθένε.

Ἔρραναν τὸν τάφον, οἱ κηδεύσαντές σε, ἄνθεσι καὶ μύροις.

Ἔρραναν τὸν τάφον, μύροις Θεοτόκε, οἱ κηδεύσαντές σε.

Δόξα. Ὢ Τριὰς Ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τοὺς λατρευτάς σου σῶσον.

Καὶ νῦν. Παναγία Μῆτερ, σκέπε καὶ φρούρει πάντας, τοὺς ἐπὶ σὲ θαρροῦντες.

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.


 


ΕΥΛΟΓΗΤΑΡΙΑ

 Εὐλογητή εἰ Δέσποινα, σκέπε, φρούρει τούς εἰς σέ ὑμνολογούντας

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθεῖσαν, τῆν Σωτῆρα τῶν βροτῶν, Μαριάμ τετοκυῖαν, τόν σύν ἑαυτῷ τόν Ἀδάμ ἐγείραντα, καί ἐξ’ Ἄδου πάντας ἐλευθερώσαντα.

Εὐλογητή Πάναγνε, τήρει πάντας ἡμᾶς ἀκατακρίτους. Τί θρηνεῖτε συμπαθῶς, ὠ γύναια, ἐπ’ ἐμοί θνήσκειν μελλούσῃ, ἡ Παρθένος τερπομένη ἔλεγε, πρός τάς γείτονας θρηνολογούσαις. παύσασθε ὑμεῖς τοῦ θρήνου καί ἤσθητε, καί θανοῦσα γάρ ὑμῶν οὐκ ἀφίσταμαι.

Εὐλογητή εἰ Ἄχραντε, σῶζε πάντας ἡμᾶς ἀναμαρτήτους. Λίαν ταχύ, πρός σέ Κόρη ἔδραμον, οἱ Ἁπόστολοι θρηνολογοῦντες. μεταστῆναι πρός τά ἄνω μέλλουσαν καί είπον, θρήνου νῦν καιρός, τό πάθος πῶς οἴσομεν, ὀρφανίας τῆς σῆς, ὤ Παναμώμητε;

Εὐλογητή εἰ Πάνσεμνε, δίδου πᾶσιν ἡμῖν τήν σωτηρίαν. Μυροφόρων Παρθένε, τάξιν ἀναλαβόντες, πρός τό μνὴμα σου ὕμνους εξοδίους προσκομίζομεν, ἀνυμνοῦντες σε Κόρη, τήν μετά νεκρῶν λογισθεῖσαν ὡς ἄνθρωπον, ὡς Θεοῦ δέ μεταστᾶσαν γεννήτριαν.

Δόξα. Προσκυνοῦμεν Πατέρα καί τόν τούτου Υἱόν τε, καί τό Ἅγιον Πνεῦμα, τήν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σύν τοῖς Σεραφείμ, κράζοντες τό Ἅγιος, Ἅγιος, Ἅγιος εἰ Κύριε.

Καί νῦν. Ζωοδότην τεκοῦσα, ἁμαρτίας Παρθένε, τόν Ἀδάμ ἐλυτρώσω, χαρμονήν δέ τῇ Εὔᾳ, ἀντί λύπης παρέσχες, ρεύσαντα ζωῆς ἴθυνε πρός ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεός καί ἄνθρωπος. Ἀλληλούια, Ἀλληλούια, Ἀλληλούια Δόξα σοι ὁ Θεός. (τρίς) -

Σχόλια

Δημοφιλείς αναρτήσεις

Boat

Messapia Travel

Messapia Travel
Όπου ονειρεύεσαι να βρεθείς.... Καλαβρής

Footer